Panellenica

Un blog sui Greci antichi, oggi

Apollonio Rodio

Argonautiche 3.275-98

Τόφρα δ’ Ἔρως πολιοῖο δι’ ἠέρος ἷξεν ἄφαντος,           275
τετρηχὼς οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος
τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.
ὦκα δ’ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας,
ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ’ ἰόν.
ἐκ δ’ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν       280
ὀξέα δενδίλλων· αὐτῷ δ’ ὑπὸ βαιὸς ἐλυσθείς
Αἰσονίδῃ, γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
ἰθὺς δ’ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
ἧκ’ ἐπὶ Μηδείῃ. τὴν δ’ ἀμφασίη λάβε θυμόν·
αὐτὸς δ’ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο                    285
καγχαλόων ἤιξε, βέλος δ’ ἐνεδαίετο κούρῃ
νέρθεν ὑπὸ κραδίῃ φλογὶ εἴκελον. ἀντία δ’ αἰεί
βάλλεν ἐπ’ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν’ ἄλλην
μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ·             290
ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
ἄγχι μάλ’ †ἐγρομένη· τὸ δ’ ἀθέσφατον ἐξ ὀλίγοιο
δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ’ ἀμαθύνει –          295
τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ
οὖλος ἔρως, ἁπαλὰς δὲ μετετρωπᾶτο παρειάς
ἐς χλόον, ἄλλοτ’ ἔρευθος, ἀκηδείῃσι νόοιο.

276. τετρηχὼς: τέτρηχα è una forma molto comune del pf. di ταράσσω in Omero; il valore è “essere tumultuoso/violento”.
288ἄηντο: impf. III p. p., ἄημι, “agitarsi”, detto spesso dell’animo o della mente (cf. δίχα θυμὸς ἄητο, Il. 21.386; περὶ παίδων θυμὸς ἄηται, Ap. Rh. 3.688).

%d blogger hanno fatto clic su Mi Piace per questo: