Panellenica

Un blog sui Greci antichi, oggi

Archiloco

Archiloco

fr. 1 West

εἰμὶ δ’ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος
καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος

fr. 5 West

ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι,
ἔντος ἀμώμητον, κάλλιπον οὐκ ἐθέλων·
αὐτὸν δ’ ἐξεσάωσα. τί μοι μέλει ἀσπὶς ἐκείνη;
ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω.

fr. 19 West

“οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει,                      ⊗
οὐδ’ εἷλέ πώ με ζῆλος, οὐδ’ ἀγαίομαι
θεῶν ἔργα, μεγάλης δ’ οὐκ ἐρέω τυραννίδος·
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν”.

2. ἀγαίομαι: forma ionico-epica di ἄγαμαι.
3. ἐρέω: forma ionico-epica di ἐράω.

%d blogger hanno fatto clic su Mi Piace per questo: