Crizia
88 B 1 Diels-Kranz
Athen. 13, 600d ὃν (sc. Ἔρωτα) ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κ. τάδε·
τὸν δὲ γυναικείων μελέων πλέξαντά ποτ’ ὠιδάς
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται, 5
ἔστ’ ἂν ὕδωρ οἴνωι συμμειγνύμενον κυλίκεσσιν
παῖς διαπομπεύηι προπόσεις ἐπὶ δεξιὰ νωμῶν
παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζηι
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν … 10
6. ἔστ(ε) = ἕως.
88 B 2 Diels-Kranz
Athen. Epit. 1.28b
Κ. δὲ οὕτως [τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει]· ‘κότταβος … τρόπαιον’. καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος.
Athen. 15.666 B πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κ. φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων· ‘κότταβος … καθιστάμεθα’
Lex. Bekk. VI (5) Anecd. I 382, 19 [Phot. A 73, 3 Reitzenst.] ἀλεξίλογα: οὕτω τὰ γράμματα κέκληκε Κ. ὁ τύραννος.
κότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον,
——ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνηι τε κράτιστος
——. . . . . .
Θεσσαλικὸς δὲ θρόνος γυίων τρυφερωτάτη ἕδρα.
——εὐναίου δὲ λέχους †κάλλος ἔχει 5
Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος.
——Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη,
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι.
——Φοίνικες δ’ ηὗρον γράμματ’ ἀλεξίλογα.
Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη· 10
——φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι.
τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον ηὗρεν
——κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.
88 B 4 Diels-Kranz
Hephaest. 2.3 (περὶ συνεκφωνήσεως)
ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις . . . ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥσπερ Κ. ἐν τῆι εἰς Ἀλκιβιάδην ἐλεγείαι οὐκ ὤιετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γάρ·
καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω
——Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις·
οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείωι,
——νῦν δ’ ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως.
88 B 5 Diels-Kranz
Plut. Alcib. 33
τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις πεποίηκεν ὑπομιμνήισκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις·
γνώμη δ’ ἥ σε κατήγαγ’, ἐγὼ ταύτην ἐν ἅπασιν
——εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε.
σφραγὶς δ’ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται.
Tulli, M., 1985. “La σφραγίς di Crizia.” Quaderni Urbinati di Cultura Classica 19.1, pp. 189–195; Wilson, P.J., 2003. “The Sound of Conflict: Kritias and the Culture of Μουσική in Athens.” In C. Dougherty & L. Kurke, eds. The Cultures within Ancient Greek Culture: Contact, Conflict, Collaboration. Cambridge, pp. 181–206; Condello, F., 2012. “Sul «sigillo» di Crizia (fr. 5 W.2 = 3 G.-P.2).” Quaderni di Storia 38, pp. 165–185.
88 B 25 Diels-Kranz
[88 B 25 DK6 = 9 B.]
Sext. 9.54
καὶ Κ. δὲ εἷς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθραι τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῶι τὸ ῥητὸν οὕτως· ‘ἦν . . . γένος’.
Aët. 1.7.2 (D. 298)
καὶ Εὐριπίδης δὲ ὁ τραγωιδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτηι τῆι γνώμηι· ‘ἦν γὰρ χρόνος, φησίν, ὅτ’ . . . ὑπηρέτης’ [1–2]. ἔπειτά φησι τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῆι· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἠδύνατο, κρύφα δὲ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν. ὡς δεῖ ψευδεῖ λόγωι τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους, ὡς ἔστι . . . βίωι, ὃς ταῦτ’ ἀκούει καὶ βλέπει φρονεῖ τ’ ἄγαν’ [17–18].
Aët. 1.6.7 (D. 294)
ὅθεν καὶ Εὐριπίδης φησί· ‘τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας χρόνου . . . σοφοῦ’ [33–34].
ἦν χρόνος, ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος
καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης,
ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν
οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο.
κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους 5
θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ἦι
‹×– ⏑ –×› τήν θ’ ὕβριν δούλην ἔχηι·
ἐζημιοῦτο δ’ εἴ τις ἐξαμαρτάνοι.
ἔπειτ’ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι
ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίαι, 10
λάθραι δ’ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ
‹×–› πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ
‹θεῶν› δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως
εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθραι
πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί ‹τι›. 15
ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο,
ὡς ἔστι δαίμων ἀφθίτωι θάλλων βίωι,
νόωι τ’ ἀκούων καὶ βλέπων, φρονῶν τε καί
προσέχων τε ταῦτα καὶ φύσιν θείαν φορῶν,
ὃς πᾶν {μὲν} τὸ λεχθὲν ἐν βροτοῖς ἀκού‹σ›εται, 20
‹τὸ› δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται.
ἐὰν δὲ σὺν σιγῆι τι βουλεύηις κακόν,
τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν
‹×–› ἔνεστι. τούσδε τοὺς λόγους λέγων
διδαγμάτων ἥδιστον εἰσηγήσατο 25
ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγωι.
‹ν›αίει‹ν› δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’ ἵνα
μάλιστ’ ἂ‹ν› ἐξέπληξεν ἀνθρώπους ἄγων,
ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς
καὶ τὰς ὀνήσεις τῶι ταλαιπώρωι βίωι, 30
ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν’ ἀστραπάς
κατεῖδον οὔσας, δεινὰ δὲ κτυπήματα
βροντῆς τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας,
Χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ,
ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος 35
ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται.
τοίους δὲ περιέστησεν ἀνθρώποις φόβους,
δι’ οὓς καλῶς τε τῶι λόγωι κατώικισεν
τὸν δαίμον(α) οὗτος κἀν πρέποντι χωρίωι,
τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν 40
καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει·
οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα
θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος