Panellenica

Un blog sui Greci antichi, oggi

Sofocle

Antigone 450-96

 

[ΑΝ.]
Οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,                              450
οὐδ’ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη·
οὐ τούσδ’ ἐν ἀνθρώποισιν ὥρισαν νόμους·
οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
κηρύγμαθ’ ὥστ’ ἄγραπτα κἀσφαλῆ θεῶν
νόμιμα δύνασθαι θνητὸν ὄνθ’ ὑπερδραμεῖν.                   455
Οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε
ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ‘φάνη.
Τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
φρόνημα δείσασ’, ἐν θεοῖσι τὴν δίκην
δώσειν· θανουμένη γὰρ ἐξῄδη – τί δ’ οὔ; –                       460
κεἰ μὴ σὺ προὐκήρυξας. Εἰ δὲ τοῦ χρόνου
πρόσθεν θανοῦμαι, κέρδος αὔτ’ ἐγὼ λέγω·
ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς
ζῇ, πῶς ὅδ’ οὐχὶ κατθανὼν κέρδος φέρει;
Οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν                              465
παρ’ οὐδὲν ἄλγος· ἀλλ’ ἄν, εἰ τὸν ἐξ ἐμῆς
μητρὸς θανόντ’ ἄθαπτον ἠνσχόμην νέκυν,
κείνοις ἂν ἤλγουν· τοῖσδε δ’ οὐκ ἀλγύνομαι.
Σοὶ δ’ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.                                 470
[ΧΟ.]
Δηλοῖ τὸ γέννημ’ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
τῆς παιδός· εἴκειν δ’ οὐκ ἐπίσταται κακοῖς.
[ΚΡ.]
Ἀλλ’ ἴσθι τοι τὰ σκλήρ’ ἄγαν φρονήματα
πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ                                  475
θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις.
Σμικρῷ χαλινῷ δ’ οἶδα τοὺς θυμουμένους
ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει
φρονεῖν μέγ’ ὅστις δοῦλός ἐστι τῶν πέλας.
Αὕτη δ’ ὑβρίζειν μὲν τότ’ ἐξηπίστατο                               480
νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
ὕβρις δ’, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
Ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ’ ἀνήρ,
εἰ ταῦτ’ ἀνατὶ τῇδε κείσεται κράτη.                                  485
Ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρα
τοῦ παντὸς ἡμῖν Ζηνὸς Ἑρκείου κυρεῖ,
αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.                                490
Καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως
λυσσῶσαν αὐτὴν οὐδ’ ἐπήβολον φρενῶν.
Φιλεῖ δ’ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς
τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων.
Μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις                              495
ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.

%d blogger hanno fatto clic su Mi Piace per questo: