Panellenica

Un blog sui Greci antichi, oggi

Solone

fr. 1 West

αὐτὸς κῆρυξ ἦλθον ἀφ’ ἱμερτῆς Σαλαμῖνος,                          ⊗
κόσμον ἐπέων †ὠιδὴν ἀντ’ ἀγορῆς θέμενος.

fr. 2 West

εἴην δὴ τότ’ ἐγὼ Φολεγάνδριος ἢ Σικινήτης
ἀντί γ’ Ἀθηναίου πατρίδ’ ἀμειψάμενος·
αἶψα γὰρ ἂν φάτις ἥδε μετ’ ἀνθρώποισι γένοιτο·
“Ἀττικὸς οὗτος ἀνήρ, τῶν Σαλαμιναφετέων”.

fr. 3 West

ἴομεν ἐς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου
ἱμερτῆς χαλεπόν τ’ αἶσχος ἀπωσόμενοι.

%d blogger hanno fatto clic su Mi Piace per questo: