Panellenica

Un blog sui Greci antichi, oggi

Teognide

Elegie 19-38

Κύρνε, σοφιζομένωι μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω
τοῖσδ’ ἔπεσιν, λήσει δ’ οὔποτε κλεπτόμενα,                               20
οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος·
ὧδε δὲ πᾶς τις ἐρεῖ· ‘Θεύγνιδός ἐστιν ἔπη
τοῦ Μεγαρέως· πάντας δὲ κατ’ ἀνθρώπους ὀνομαστός.’
ἀστοῖσιν δ’ οὔπω πᾶσιν ἁδεῖν δύναμαι·
οὐδὲν θαυμαστόν, Πολυπαΐδη· οὐδὲ γὰρ ὁ Ζεύς                           25
οὔθ’ ὕων πάντεσσ’ ἁνδάνει οὔτ’ ἀνέχων.

Σοὶ δ’ ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,
Κύρν’, ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ’ ἐὼν ἔμαθον·
πέπνυσο, μηδ’ αἰσχροῖσιν ἐπ’ ἔργμασι μηδ’ ἀδίκοισιν
τιμὰς μηδ’ ἀρετὰς ἕλκεο μηδ’ ἄφενος.                                        30
ταῦτα μὲν οὕτως ἴσθι· κακοῖσι δὲ μὴ προσομίλει
ἀνδράσιν, ἀλλ’ αἰεὶ τῶν ἀγαθῶν ἔχεο·
καὶ μετὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
ἵζε, καὶ ἅνδανε τοῖσ’, ὧν μεγάλη δύναμις.
ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσιν                 35
συμμίσγηις, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καί ποτε φήσεις
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.

22. Θεύγνιδός: forma ionica contratta di Θεόγνιδός. 
29
. πέπνῡσο: perf. imper. m.-p. II p. s., da πέπνῡμαι, verbo epico attestato solo al perfetto con valore di presente, “essere saggio”.
30. ἕλκεο = ἕλκεο, pres. imper. m.-p. II p. s.
35. μαθήσεαι = μαθήσῃ, fut. indic. m. II p. s.
36. συμμίσγηις = συμμ(ε)ιγνύῃς. Per il pres. e l’imperf. Omero ed Erodoto usano sempre μίσγω in luogo di μ(ε)ίγνυμι.

%d blogger hanno fatto clic su Mi Piace per questo: