Medea
Μη.
Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων
μή μοί τι μέμψησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν ————215
σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς
δύσκλειαν ἐκτήσαντο καὶ ῥαιθυμίαν.
δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,
ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς ————220
στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος.
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει·
οὐδ’ ἀστὸν ἤινεσ’ ὅστις αὐθαδὴς γεγὼς
πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε ————225
ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου
χάριν μεθεῖσα κατθανεῖν χρήιζω, φίλαι.
ἐν ὧι γὰρ ἦν μοι πάντα, γιγνώσκω καλῶς,
κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει ————230
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῆι
πόσιν πρίασθαι δεσπότην τε σώματος
λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.
κἀν τῶιδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν ————235
ἢ χρηστόν· οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
γυναιξὶν οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.
ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην
δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
οἵωι μάλιστα χρήσεται ξυνευνέτηι. ————240
κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ
πόσις ξυνοικῆι μὴ βίαι φέρων ζυγόν,
ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης ————245
[ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς]·
ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον
ζῶμεν κατ’ οἴκους, οἱ δὲ μάρνανται δορί,
κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα ————250
στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·
σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
βίου τ’ ὄνησις καὶ φίλων συνουσία,
ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι ————255
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λεληισμένη,
οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῆι ————260
πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν
[τὸν δόντα τ’ αὐτῶι θυγατέρ’ ἥν τ’ ἐγήματο],
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῆι, ————265
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
Χο. δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσηι πόσιν,
Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.
ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,
στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. ————270
216. γεγῶτας = γεγονότας.